Ευαγγέλιον Μεγάλη Τρίτη: Ἐν ᾗ μνείαν ποιούμεθα τῆς τῶν δέκα Παρθένων Παραβολῆς ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου. Τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.

Φυλλάδα μουσικὴ ἑσπερινοῦ, ὄρθρου.
Τυπικὸν ἐδῶ.
Προέλευση κειμένου: π. Νεκτάριος Γ. Μαμαλοῦγκος www.nektarios.info
Μεγάλη Τρίτη: Ἐν ᾗ μνείαν ποιούμεθα τῆς τῶν δέκα Παρθένων Παραβολῆς ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου. Τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατὴρ μου μόνος. 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. 2 πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ. 3 αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· 17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον. 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. 21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! 27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· 2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσι τῷ Ἰησοῦ· 23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν
ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26
ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ
διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 34
ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει
εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου;
τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι·
περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ
περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40
Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ
ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι
αὐτούς. 41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. 42
ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ
τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47
καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν·
οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. 48
ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ
λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω· 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
36 Ως προς δε την ημέραν εκείνην και την ώραν της δευτέρας παρουσίας και της μεγάλης κρίσεως κανείς δεν γνωρίζει τόποτε, ούτε οι άγγελοι των ουρανών, ει μη μόνον ο Πατήρ. 37 Οπως δε υπήρξαν αι ημέραι του Νώε, έτσι θα είναι και η παρουσία του υιού του ανθρώπου. 38 Διότι, όπως κατά τας ημέρας που προηγήθησαν από τον κατακλυσμόν οι άνθρωποι έτρωγαν και έπιναν ασυλλόγιστοι, ενυμφεύοντο και υπάνδρευαν τα παιδιά των μέχρι της ημέρας, που εμπήκε Νώε εις την κιβωτόν, 39 και δεν εκατάλαβαν, έως ότου ήλθε ο κατακλυσμός και τους παρέσυρε όλους, έτσι έξαφνα και απροσδόκητα θα γίνη και η παρουσία του υιού του ανθρώπου. 40 Τοτε δύο θα είναι στον αγρόν, ο ένας, ο δίκαιος, παραλαμβάνεται από τους αγγέλους στον ουρανόν και ο άλλος αφίνεται, δια να τιμωρηθή. 41 Δυο αλέθουν στον μύλον, η μία παραλαμβάνεται και η άλλη αφίνεται. 42 Να είσθε λοιπόν άγρυπνοι και προσεκτικοί και πάντοτε έτοιμοι, διότι δεν γνωρίζετε την ώρα κατά την οποίαν ο υιός του ανθρώπου έρχεται. 43 Γνωρίζετε δε από την πείραν σας και τούτο· ότι δηλαδή, εάν ήξευρε ο οικοδεσπότης, ποίαν ώραν έρχεται ο κλέπτης, θα αγρυπνούσε και δεν θα άφινε να διαρρήξουν το σπίτι του. 44 Δια τούτο και σεις πρέπει να γίνεσθε πάντοτε έτοιμοι, διότι εις ώραν που δεν φαντάζεσθε έρχεται ο υιός του ανθρώπου. 45 Ποιός τάχα είναι ο πιστός δούλος και συνετός, τον οποίον ο κύριός του εγκατέστησε με εξουσίαν να φροντίζη δια τους άλλους δούλους και να δίδη εις αυτούς την τροφήν των στον κατάλληλον καιρόν; 46 Μακάριος θα είναι ο δούλος εκείνος, τον οποίον ο κύριος του, όταν έλθη, θα τον εύρη να πράττη έτσι, πιστά και φρόνιμα, με συναίσθησιν της ευθύνης του. 47 Αληθινά σας λέγω, ότι θα τον εγκαταστήση διαχειριστήν και οικονόμον εις όλην του την περιουσίαν. 48 Εάν όμως ο κακός εκείνος δούλος σκεφθή και είπη από μέσα του, αργεί να έλθη ο κύριός μου, 49 και αρχίσει να δέρνη τους συνδούλους του και να τρώγη και να πίνη με τους μεθύσους, 50 θα έλθη ο κύριος του δούλου εκείνου εις ημέραν που δεν περιμένει και εις ώραν που δεν γνωρίζει. 51 Και θα τον σχίση εις τα δύο και θα τον βάλη μαζή με τους υποκριτάς· εκεί θα είναι ο κλαυθμός και ο τριγμός των οδόντων.
1 Τοτε η βασιλεία των ουρανών θα είναι ομοία με δέκα παρθένους, αι οποίαι επήραν τους λύχνους των και εβγήκαν εις προϋπάντησιν του νυμφίου, που θα ήρχετο κατά την νύκτα δια να παραλάβη την νύμφην. 2 Πεντε από αυτάς ήσαν φρόνιμοι και αι πέντε μωραί, 3 αι οποίαι μωραί, όταν επήραν μαζή των τους λύχνους, δεν επήραν και λάδι. 4 Αι φρόνιμοι όμως μαζή με τους αναμμένους λύχνους των επήραν και λάδι εις ιδιαίτερα δοχεία. 5 Επειδή όμως εβράδυνε ο γαμβρός, ενύσταξαν όλαι και εκοιμήθησαν. 6 Κατά δε το μεσονύκτιον ηκούσθη μεγάλη φωνή· “ιδού ο νυμφίος έρχεται, βγήτε να τον υποδεχθήτε”. 7 Τοτε εσηκώθησαν όλαι αι παρθένοι και ετακτοποίησαν τους λύχνους των. 8 Αι δε μωραί είπαν εις τας φρονίμους· “δώστε μας από το λάδι σας, διότι οι λύχνοι μας σβήνουν”. 9 Αι φρόνομοι όμως απήντησαν· “δεν ημπορούμεν να σας δώσωμεν, διότι φοβούμεθα, μήπως δεν φθάση για μας και για σας· πηγαίνετε καλύτερα εις αυτούς που πωλούν και αγοράστε δια λογαριασμόν σας”. 10 Οταν όμως αυταί επήγαιναν να αγοράσουν, ήλθε ο γαμβρός και αι παρθένοι που ήσαν έτοιμοι με τους λύχνους των, εισήλθαν μαζή του εις την αίθουσαν του γάμου και εκλείσθη η θύρα. 11 Υστερα δε έρχονται και αι άλλαι παρθένοι και λέγουν· “Κυριε, Κυριε, άνοιξέ μας”. 12 Εκείνος όμως αποκριθείς είπε· “αληθινά σας λέγω δεν σας γνωρίζω”. 13 Λοιπόν να είσθε άγρυπνοι και έτοιμοι, όπως αι φρόνιμοι παρθένοι, διότι δεν γνωρίζετε την ημέρα ούτε την ώραν, κατά την οποίαν ο υιός του ανθρώπου, ο νυμφίος της Εκκλησίας, ο Κυριος και κριτής της οικουμένης, έρχεται. (Δεν γνωρίζεται την ημέραν ούτε την ώραν κατά την οποίαν δια του θανάτου θα φύγετε από τον κόσμον, δια να παρουσιασθήτε με τα έργα σας ενώπιον του υιού του ανθρώπου). 14 Διότι η βασιλεία των ουρανών και η δευτέρα παρουσία του υιού του ανθρώπου ομοιάζει προς ένα άνθρωπον, ο οποίος, προκειμένου να ταξιδεύση, εκάλεσε τους δούλους του και παρέδωκε εις αυτούς όλα τα υπάρχοντά του, επί αποδώσει λογαριασμού. 15 Και εις μεν τον ένα έδωκε πέντε τάλαντα, στον άλλον δύο, στον τρίτον ένα, σύμφωνα με την ικανότητά που είχε ο καθένας. Και αμέσως εταξίδευσε εις μακρυνήν χώραν. 16 Εκείνος που επήρε τα πέντε τάλαντα, επήγε ειργάσθη με αυτά και εκέρδησε άλλα πέντε τάλαντα. 17 Το ίδιο και εκείνος που είχε τα δύο, εκέρδησε άλλα δύο. 18 Εκείνος όμως που επήρε το ένα τάλαντον, επήγε, έσκαψε εις την γην και έκρυψε εκεί τα χρήματα του κυρίου του. (Δεν ήτο κλέπτης και καταχραστής, αλλά αμελής και πονηρός. Δεν κατησώτευσε το τάλαντον, αλλά το αφήκε αχρησιμοποίητον, πράγμα που φανερώνει ασέβειαν και απείθειαν προς τον κύριόν του). 19 Υστερα από πολύν χρόνον, ήλθε ο κύριος εκείνων των δούλων και εζήτησε από αυτούς λογαριασμόν. 20 Και προσελθών εκείνος ο οποίος είχε πάρει τα πέντε τάλαντα επρόσφερε και άλλα πέντε τάλαντα λέγων· “Κυριε, πέντε τάλαντα μου παρέδωκες. Ιδού άλλα πέντε τάλαντα εκέρδησα με αυτά”. 21 Τοτε είπε ο κύριος αυτού· “Εύγε δούλε, αγαθέ και πιστέ! Εις ολίγα υπήρξες πιστός, εις πολλά θα σε εγκαταστήσω. Είσελθε δια να λάβης μέρος εις την χαράν του Κυρίου σου”. 22 Προσελθών δε και εκείνος, που είχε λάβει τα δύο τάλαντα, είπε· “Κυριε, δύο τάλαντα μου παρέδωκες· ιδού άλλα δύο εκέρδησα επάνω εις αυτά”. 23 Είπε δε προς αυτόν ο Κυριος του· “Εύγε, δούλε αγαθέ και πιστέ! Εις ολίγα υπήρξες πιστός, εις πολλά θα σε εγκαταστήσω. Ελα και συ μέσα, δια να απολαύσης την χαρά του Κυρίου σου”. 24 Προσήλθε δε και εκείνος, που είχε λάβει το ένα τάλαντο, και είπε· “Κυριε, σε εγνώρισα ότι είσαι σκληρός άνθρωπος, που θερίζεις εκεί όπου δεν έσπειρες και μαζεύεις από εκεί όπου δεν εσκόρπισες. 25 Και επειδή εφοβήθηκα, επήγα και έκρυψα το τάλαντόν σου μέσα εις την γην. Ιδού έχεις αυτό που σου ανήκει”. 26 Αποκριθείς δε ο Κυριος αυτού του είπε· “δούλε πονηρέ και οκνηρέ! Εγνώριζες ότι εγώ θερίζω εκεί όπου δεν έσπειρα και μαζεύω από εκεί όπου δεν εσκόρπισα. 27 Επρεπε λοιπόν συ να καταθέσης τα χρήματά μου στους τραπεζίτας και όταν εγώ θα ερχόμουν, θα έπαιρνα με τον τόκο του αυτό που είναι ιδικόν μου. 28 Παρτε, λοιπόν, από αυτόν το τάλαντον και δώστε το εις εκείνον, που έχει τα δέκα τάλαντα. 29 Διότι εις εκείνον ο οποίος με την εργασίαν και την τιμιότητά του έχει αυξήσει αυτό που του εδόθη, θα του δοθούν και άλλα πολλά με το παραπάνω. Από εκείνον δε που του εδόθησαν μεν χαρίσματα, αλλά δεν τα εκαλλιέργησε, θα του αφαιρεθή, και αυτό που του εδόθη. 30 Και τον άχρηστον αυτόν πονηρόν δούλον βγάλτε τον από εδώ και ρίξτε τον στο πυκνό σκοτάδι της κολάσεως· εκεί θα είναι ο κλαυθμός και ο τριγμός των οδόντων”. 31 Οταν δε έλθη ο υιός του ανθρώπου με όλην την δόξαν αυτού και μαζή με αυτόν όλοι οι άγγελοί του, τότε θα καθίση στον θρόνον του, τον λαμπρόν και ένδοξον. 32 Και θα συναχθούν εμπρός του όλα τα έθνη της γης από της δημιουργίας του Αδάμ μέχρι της συντελείας του κόσμου και θα χωρίση αυτούς μεταξύ των με όσην ευκολίαν χωρίζει ο ποιμήν τα πρόβατα από τα ερίφια. 33 Και θα θέση τα μεν πρόβατα εις τα δεξιά του τα δε ερίφια εις τα αριστερά. 34 Τοτε θα στραφή ο βασιλεύς εις εκείνους που θα ευρίσκωνται εις τα δεξιά του και θα πη· “ελάτε σεις οι ευλογημένοι του Πατρός μου και κληρονομήσατε την βασιλείαν των ουρανών, η οποία έχει ετοιμασθή για σας από τότε που εθεμελιώνετο ο κόσμος. 35 Διότι επείνασα και μου εδώσατε να φάγω, εδίψασα και με εποτίσατε, ήμουν ξένος που δεν είχα τόπον να μείνω, και με επήρατε στο σπίτι σας. 36 Ημουν γυμνός και με ενεδύσατε, αρρώστησα και με επισκεφθήκατε, εις την φυλακήν ήμουν και ήλθατε να με ιδήτε”. 37 Τοτε θα αποκριθούν προς αυτόν οι δίκαιοι και θα πουν· “Κυριε, πότε σε είδαμε πεινασμένον και σε εθρέψαμε η διψασμένον και σου εδώσαμε νερό; 38 Ποτε δε σε είδαμεν ξένον και σε περιμαζέψαμε η γυμνόν και σε ενεδύσαμεν; 39 Ποτε δε σε είδαμε ασθενή η φυλακισμένον και ήλθαμε εις επίσκεψίν σου;” 40 Και θα αποκριθή εις αυτούς ο βασιλεύς· “Αληθινά σας λέγω, κάθε τι που εκάματε, δια να εξυπηρετήσετε ένα από τους αδελφούς μου, που φαίνονται άσημοι και ελάχιστοι μέσα εις την κοινωνίαν, το εκάματε εις εμέ” (Ο Χριστός, ο βασιλεύς, που είναι ο Υιός του Θεού αλλά και υιός του ανθρώπου, τους πάσχοντας, τους πτωχούς και γυμνούς, αυτούς τους οποίους οι ματαιόδοξοι και υπερήφανοι περιφρονούν, τους θεωρεί αδελφούς του, τέκνα του ουρανίου Πατρός και τους περιβάλλει με όλην του την αγάπην. Δι'αυτό και κάθε βοήθειαν που τους προσφέρεται την θεωρεί ως προσφερομένην εις αυτόν τον ίδιον). 41 Τοτε θα πη και εις εκείνους, που στέκονται εις τα αριστερά του· “φύγετε μακρυά από εμέ σεις οι καταράμενοι και πηγαίνετε στο αιώνιον πυρ, που έχει ετοιμασθή δια τον διάβολον και τους πονηρούς αγγέλους του. 42 Διότι επείνασα και δεν μου εδώσατε να φάγω, εδίψασα και δεν με εποτίσατε. 43 Ξενος ήμουν και δεν με επήρατε στο σπίτι σας, γυμνός και δεν με ενεδύσατε, άρρωστος και φυλακισμένος και δεν με επισκεφθήκατε”. 44 Τοτε θα αποκριθούν και αυτοί λέγοντες, “Κυριε, πότε σε είδαμε πεινασμένο η διψασμένον η ξένον η γυμνόν η ασθενή η φυλακισμένον και δεν σε υπηρετήσαμεν;” 45 Τοτε θα αποκριθή εις αυτούς και θα είπη· “αλήθεια σας λέγω· εφ' όσον δεν εκάματε τα καλά αυτά εις ένα από αυτούς, που ο κόσμος θεωρεί πολύ μικρούς, ούτε εις εμέ εκάματε”. 46 Και θα απέλθουν αυτοί μεν εις την αιωνίαν κόλασιν μαζή με τον διάβολον, οι δε δίκαιοι εις την αιωνίαν ζωήν μαζή με τον Θεόν. (Ετσι η δικαία κρίσις θα έχη γίνει, το δίκαιον θα αποδοθή και η ασάλευτος αποκατάστασις θα πραγματοποιηθή).
1 Και όταν ετελείωσε ο Ιησούς όλους αυτούς τους λόγους, είπε προς τους μαθητάς του· 2 “γνωρίζετε ότι έπειτα από δύο ημέρας γίνεται η εορτή του πάσχα και ο υιός του ανθρώπου θα παραδοθή δια να σταυρωθή”.
17
Κατά τας ώρας της μεγάλης εκείνης υποδοχής ο λαός, που ήτο μαζή του
όταν ο Ιησούς εφώναξε τον Λαζαρον από το μνημείον και και τον ανέστησε
εκ νεκρών, εμαρτυρούσε και επεβεβαίωνε εις τα άλλα πλήθη το μεγάλο αυτό
θαύμα. 18 Δι' αυτό δε και τα πολλά πλήθη του
λαού τον προϋπήντησαν, διότι είχαν πληροφορηθή από αυτόπτας μάρτυρας,
ότι αυτός είχε κάμει το μεγάλο τούτο θαύμα. 19
Οι Φαρισαίοι είπον τότε μεταξύ των· “βλέπετε ότι δεν ωφελείσθε τίποτε
με το να αναβάλλετε την σύλληψίν του; Ιδού ότι όλος ο κόσμος τώρα επήγε
κοντά του”. 20 Ησαν δε εκεί κατά τας ημέρας
εκείνας μερικοί προσήλυτοι Ελληνες, οι οποίοι είχαν ανεβή εις τα
Ιεροσόλυμα, δια να προσκυνήσουν κατά την εορτήν του Πασχα. 21
Αυτοί, λοιπόν, ήλθαν στον Φιλιππον, που κατήγετο από την Βηθσαϊδά της
Γαλιλαίας και τον παρακαλούσαν, λέγοντες· “κύριε, θέλομεν να ίδωμεν τον
Ιησούν και να ομιλήσωμεν μαζή του”. 22
Ερχεται ο Φιλιππος και λέγει τούτο στον Ανδρέαν, μαζή δε κατόπιν, δια
λόγους σεβασμού, ο Ανδρέας και ο Φιλιππος λέγουν στον Ιησούν ότι οι
Ελληνες θέλουν να τον ίδουν. 23 Ο δε Ιησούς
απεκρίθη και τους είπε· “έφθασε τώρα η ωρισμένη από τον Θεόν ώρα, δια να
δοξασθή με την σταύρωσιν και την ανάληψίν του ο υιός του ανθρώπου και
να αναγνωρισθή ως Μεσσίας και Λυτρωτής από τους Ελληνας, οι οποίοι αυτήν
την στιγμήν αντιπροσωπεύουν και όλον τον εθνικόν κόσμον. 24
Σας διαβεβαιώνω, εάν ο κόκκος του σιταριού δεν πέση στο χώμα και δεν
αποθάνη, αυτός μένει μόνος. Εάν όμως σπαρή και ταφή εις την γην, τότε
βλαστάνει και φέρει πολύν καρπόν. (Ετσι και εγώ θα αποθάνω επί του
σταυρού, δια να φέρω με την μεγάλην αυτήν θυσίαν πολλήν καρποφορίαν). 25
Εκείνος, που την αγαπά την ζωήν του και αποφεύγει να την θυσιάση, όταν
το καθήκον το επιβάλλη, αυτός θα την χάση εις την αιωνιότητα. Και
εκείνος, που χάριν του καθήκοντός του δεν υπολογίζει την ζωήν του στον
κόσμον αυτόν, θα την εξασφαλίση και θα απολαύση την αιώνιον ζωήν. 26
Οποιος με υπηρετεί με πίστιν, ας με ακολουθήση με αυταπάρνησιν. Και
όπου είμαι εγώ, μετά την σταύρωσιν εις την αιωνίαν δόξαν, εκεί θα είναι
και ο ιδικός μου διάκονος. Μαθετε δε και τούτο, ότι εκείνον που με
υπηρετεί, θα τον δοξάση ο Πατήρ. 27 Τωρα που
πλησιάζει η μεγάλη ώρα του σταυρικού μου θανάτου, η ψυχή μου έχει
ταραχθή από την τόσον φυσικήν οδύνην ένεκα του υψίστου αυτού μαρτυρίου.
Και τι να είπω; Πατερ, γλύτωσέ με από την ώραν αυτήν. Αλλά δια τούτο
ακριβώς έφθασα εις την ώραν αυτήν, δια να προσφέρω την μεγάλην
λυτρωτικήν θυσίαν προς σωτηρίαν του κόσμου. 28
Πατερ, με την θυσίαν και το όλον έργον μου, κάμε να δοξασθή το όνομά
σου”. Ηλθε τότε φωνή από τον ουρανόν και είπε· “και εδόξασα το όνομά μου
με όλην την μέχρι σήμερα αγιωτάτην ζωήν σου και δράσιν σου και πάλιν θα
το δοξάσω με την λυτρωτικήν θυσίαν σου και την ένδοξον ανάστασίν σου”. 29 Ο λαός, που εστέκετο εκεί και ήκουσε την φωνήν, έλεγεν ότι έγινε βροντή. Αλλοι έλεγαν ότι άγγελος ωμίλησεν εις αυτόν. 30
Απήντησεν ο Ιησούς και είπε· “η φωνή δεν έγινε δι' εμέ, αλλά έγινε για
σας, δια να βεβαιωθήτε δηλαδή ότι πράγματι με έστειλε ο Θεός. 31
Τωρα, που εγώ θα σταυρωθώ, κρίνεται ο κόσμος και θα ξεχωρίσουν οι
πιστοί από τους απίστους. Τωρα ο άρχων του αμαρτωλού τούτου κόσμου θα
κρημνισθή από την εξουσίαν του, θα χάση τους υπηκόους του και θα ριφθή
έξω. 32 Τουναντίον όμως εγώ, εάν υψωθώ επάνω
στον σταυρόν και δια του σταυρού αναληφθώ στους ουρανούς, όλους τους
καλοπροαιρέτους Ιουδαίους και Ελληνας θα ελκύσω προς τον ευατόν μου”. 33 Ελεγε δε τούτο, υποδουλώνων τον σταυρικόν θάνατον, με τον οποίον επρόκειτο να πεθάνη. 34
Απήντησεν εις αυτόν ο λαός· “ημείς έχομεν πληροφορηθή από τον νόμον ότι
ο Χριστός μένει αθάνατος στον αιώνα· και πως συ λέγεις ότι πρέπει να
υψωθή επάνω στον σταυρόν ο υιός του ανθρώπου; Ποίος είναι αυτός ο υιός
του ανθρώπου; Είναι ο Χριστός η όχι;” 35
Είπε τότε εις αυτούς ο Ιησούς· “ολίγον ακόμη χρόνον έχετε μαζή σας εμέ,
που είμαι το φως του κόσμου· βαδίζετε, έως ότου έχετε το φως, δια να μη
σας καταλάβη το σκοτάδι. Και εκείνος, που περιπατεί μέσα στο σκοτάδι,
δεν ξέρει που πηγαίνει. 36 Εως ότου έχετε
μεταξύ σας το φως, πιστεύετε στο φως, δηλαδή εις εμέ, που είμαι το φως
του κόσμου, δια να γίνετε και σεις παιδιά του φωτός, φωτισμένοι από την
διδασκαλίαν μου”. Αυτά εδίδαξεν ο Ιησούς και εβγήκεν έξω από την
Ιερουσαλήμ και εκρύβη από αυτούς, δια να μη εξερεθίζωνται περισσότερον
οι εχθροί του. 37 Καίτοι δε τόσα πολλά θαύματα είχε κάμει ενώπιόν των, δεν επίστευαν ακόμη εις αυτόν. 38
Δια να πραγματοποιηθή η προφητεία του Ησαΐου, που είχεν είπει· “Κυριε,
ποιός επίστευσεν στο ιδικόν μας κήρυγμα, που τους εκάμαμε να ακούσουν,
και η δύναμις του Κυρίου, με τα τόσα θαύματά της, εις ποίον εφανερώθη;” 39 Ενεκα δε αυτής της σκληροκαρδίας των, δεν ημπορούσαν να πιστεύσουν, διότι και πάλιν είχε προείπει ο Ησαΐας· 40
“δια την κακίαν των παρεχωρησεν ο Θεός να τυφλωθούν τα μάτια της ψυχής
των και να σκληρυνθή η καρδιάν των, δια να μην ίδουν με τα μάτια της
ψυχής των τα θαυμαστά έργα και να μη εννοήσουν με την ασύνετον καρδιάν
των και γυρίσουν μετανοημένοι εις εμέ, δια να τους θεραπεύσω”. 41
Αυτά είπεν ο Ησαΐας, όταν εις ένα αποκαλυπτικόν όραμα είδε ένδοξον τον
Χριστόν να κάθεται εις υψηλόν θρόνον και ωμίλησε έπειτα δι'αυτόν. 42
Ομως και πολλοί από τους άρχοντας επίστευσαν εις αυτόν, αλλά δια τον
φόβον των Φαρισαίων δεν ωμολογούσαν την πίστιν των, δια να μη διωχθούν
από την συναγωγήν και γίνουν αποσυνάγωγοι. 43
Και τούτο, διότι είχαν αγαπήσει την δόξαν και την τιμήν εκ μέρους των
ανθρώπων περισσότερον, παρά την δόξαν και την τιμήν, που θα τους έδιδεν ο
Θεός. 44 Ο Ιησούς δε εφώναξε δυνατά και είπε· “εκείνος που πιστεύει εις εμέ, δεν πιστεύει εις εμέ, αλλά στον Θεόν που με έστειλε. 45 Και εκείνος που βλέπει εμέ με το φως της πίστεως, βλέπει εκείνον που με έστειλε. 46
Εγώ φως πνευματικόν ήλθα στον κόσμον, δια να μη μείνη στο σκοτάδι της
πλάνης και της αμαρτίας κανένας από εκείνους που πιστεύουν εις εμέ. 47
Και εάν κανείς ακούση τους λόγους μου και δεν τους πιστεύση, εγώ δεν
καταδικάζω αυτόν. Διότι δεν ήλθα τώρα δια να κρίνω τον κόσμον, αλλά δια
να σώσω τον κόσμον. 48 Αυτός, που παρακούει
εις εμέ και δεν δέχεται τα λόγια μου, έχει εκείνον, ο οποίος μέλλει να
τον κρίνη· εκείνος δηλαδή που θα τον κρίνη και θα τον δικάση κατά την
μεγάλην ημέραν της κρίσεως, θα είναι ο λόγος τον οποίον εγώ εκήρυξα. 49
Διότι εγώ δεν εδίδαξα τίποτε από τον ευατόν μου, αλλά ο Πατήρ, ο οποίος
με έστειλε στον κόσμον, εκείνος μου έδωσεν εντολήν τι να είπω και τι να
διδάξω. 50 Και γνωρίζω ότι η εντολή του
Θεού είναι ζωή αιώνιος, διότι οδηγεί τον άνθρωπον εις την αιώνιον ζωήν.
Εκείνα, λοιπόν, τα οποία εγώ λαλώ, σας τα διδάσκω, όπως ακριβώς μου τα
έχει είπει ο Πατήρ.
Δεν υπάρχουν σχόλια