ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΦΙΛΑΝΘΡΩΠΟΝ ΚΥΡΙΟΝ ΕΠΙ ΑΝΟΜΒΡΙᾼ

 


 ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΦΙΛΑΝΘΡΩΠΟΝ ΚΥΡΙΟΝ ΕΠΙ ΑΝΟΜΒΡΙᾼ

 
Ὠδή α’. Ἦχος β’. Δεῦτε λαοί
Δέχου Σωτὴρ, δέησιν ἐξ ἀναξίων ἡμῶν, στομάτων καὶ κατάπεμψον ἐξ ουρανοῦ τῇ γῇ, ὑετοὺς καρποφόρους, φιλάνθρωπος ὑπάρχων καὶ πολυέλεος.
Ἰλάσθητι νῦν, Κύριε ταῖς ἁμαρτίαις ἡμῶν, καὶ τὴν ὀργὴν  παράγαγε τὴν καθ᾿ ἡμῶν Σωτὴρ, ἐκχυθεῖσαν δικαίως καὶ δίδου οὐρανόθεν, ὄμβρους ὑδάτων τῇ γῇ.
Δεῦτε βροτοὶ, κλαύσωμεν πρὸς τὸν τῶν ὅλων Θεὸν, ἐν κατανύξει κράζοντες φεῖσαι Φιλάνθρωπε, ἡμετέρων πταισμάτων καὶ πέμψον οὐρανόθεν, ὕδωρ διψώσῃ τῇ γῇ.


Θεοτοκίον
Φῶς διὰ σοῦ, ἔγνωμεν Θεογεννήτρια, διό σε ἱκετεύομεν καὶ ἐξαιτούμεθα δυσωποῦσα μὴ παύσῃ, τὸν Κτίστην καὶ Υἱόν σου, πέμψαι τῇ γῇ ὑετόν.


Ὠδή γ’. Στερέωσον ἡμᾶς
Ὁ πᾶσαν τῇ δρακὶ κατέχων Κύριε, τὴν κτίσιν ἐπάκουσον ὡς οἰκτίρμων, τῆς δεήσεως τῶν δούλων σου, καὶ κατάπεμψον ὕδωρ ἐπί πᾶσαν τὴν γῆν.
Ὑπάρχων ἀγαθὸς καὶ εὐδιάλλακτος, ὡς ἔχων τὴν ἄβυσσον εὐσπλαχνίας, μὴ παρίδης τὰς δεήσεις ἡμῶν, ἀλλὰ πέμψον ἡμῖν εἰρηνικὸν ὑετόν.


Θεοτοκίον
Ὡς ἔχουσα ἁγνὴ πρὸς τὸν φιλάνθρωπον, Υἱόν σου εὐπρόσδεκτον παῤῥησίαν, ἐκδυσώπει τοῦ δοθῆναι τῇ γῇ, ὑετοὺς καρποφόρους μεσιτείαις σου.


Ὠδή δ’. Ὑμνῶ σε, ἀκοήν
Ὑψόθεν ἐφ᾿ ἡμᾶς ἐπίβλεψον, ἀγαθέ τούς ἠμαρτηκότας, καὶ δώρησαι Κύριε, τὸ ἔλεός σου ἐπὶ πᾶσαν τὴν γῆν, καὶ κατάπεμψον δεόμεθα, πλουσίως τὰ ἐλέη σου φιλάνθρωπε.
Ἐπῆλθεν ἐφ᾿ ἡμᾶς Φιλάνθρωπε, ἁμαρτήσαντας ἡ ὀργὴ σου, οὐρανοὺς ἔκλεισε, μὴ δοῦναι ὑετοὺς τῇ γῇ σου, διό  δυσωποῦμὲν σε οἱ δοῦλοι σου μὴ τῷ θυμῷ σου Λόγε ἐκ-
παιδεύσεις ἡμᾶς.
Τὸν πλοῦτον ὄνπερ ἡμῖν ἔδωκας, ἀνηλώσαμεν ἐν ἀσωτίᾳ, ἀλλ᾿ ὡς ἔχων Κύριε τὴν ἄβυσσον τῆς εὐσπαλγχνίας, Πατὴρ ἀγαθὸς ὤν παρακλήθητι, καὶ ὑετοὺς παράσχου ἐτησίους τῇ γῇ.
Ὁ κράσεις μεταβάλλων Κύριε, τοῦ ἀέρος προστάγματί  σου, ἑκούσιον δώρησαι, βροχήν ἡμῖν ἀφορισθῆναι, καρποὺς εὐθηνίας ἀποστέλλων, τοῦ ἐμπιπλᾶν πᾶν ζῶον εὐδοκίας σου.
Νεφέλας ὁ ἀνάγων Κύριε, ἐξ ἐσχάτου τῆς γῆς βουλήσει, καὶ ἀστραπὰς φαίνειν τε, τοῦ βρέχειν ἐπὶ πᾶσαν τὴν κτίσιν, αὐτὸς ὡς φιλάνθρωπος εὐδόκησον, τοῦ καταπέμψαι ἄνωθεν τῇ γῇ ὑετόν.


Θεοτοκίον
Σὺ Μήτηρ Θεοτόκε γέγονας, τοῦ Θεοῦ ἡμῶν ὅθεν πίστει, αἰτοῦμὲν σε ἅπαντες, ὡς ἔχουσαν τὴν παῤῥησίαν, Αὐτὸν ἐκδυσώπει ὑπὲρ πάντων ἡμῶν, τοῦ καταπέμψαι ὕδωρ ἐπὶ πᾶσαν τὴν γῆν.


Ὠδὴ ε'. Ὁ τοῦ φωτός χορηγός
Ταῖς ἱκεσίαις Σωτὴρ, τῶν Ἀσωμάτων εὐμενῶς ἄκουσον, πάντων ἡμῶν ἀεὶ δυσωπούντων, καὶ δίδου ὑετὸν τῇ γῇ σου διψώσῃ, ὡς μόνος φιλάνθρωπος.
Ἡ δωδεκὰς Μαθητῶν, σὺν Ἀθληταῖς πρὸς τὸν Θεὸν δέησιν, ὑπὲρ ἡμῶν ποιήσασθε, ὅπως λυτρώσηται ἡμᾶς ἐκ πάσης ἀνάγκης, ὀργῆς τε καὶ θλίψεως.
Γενοῦ ἡμῖν εὐμενὴς, ἐν τῷ καιρῷ τῶν πειρασμῶν Κύριε, καὶ ἀπειλῆς τῆς ἐπικειμένης, διάσωσον ἡμᾶς καὶ πέμψον τῇ γῇ σου, βροχήν τήν ἑκούσιον.


Θεοτοκίον
Πάντες μεσίτιν σε νῦν, πρὸς τὸν Θεὸν οἱ γηγενεῖς ἔχομεν, ὡς ἀληθῶς διό ἐξαιτοῦμεν τῇ σκέπῃ σου Ἁγνὴ τὴν πόλιν σου, σῶζε ἐκ πάσης ἁλώσεως.


Ὠδή στ’. Ἐν ἀβύσσῳ πταισμάτων
Ἡ πληθύς τῶν Μαρτύρων πρεσβεύσατε, ἔχοντες πρός Κύριον ὡς παῤῥησίαν πολλήν, νῦν ὑετόν δωρήσασθαι, καί καρπόν εὐφορίας ἐν πάσῃ τῇ γῇ.
Δυσωποῦμεν πρεσβείαις τῶν σῶν Μαθητῶν, ἄνες ἄφες Κύριε τάς ἁμαρτίας ἡμῶν, καί τήν ὀργήν ἀπόστρεψον, ἀφ᾿ἡμῶν καί παράσχου τῇ γῇ ὑετόν.
Ἱκετεύομεν Δέσποτα Κύριε, σέ ὡς ἀγαθόν καί φιλάνθρωπον πόθῳ ψυχῆς, φεῖσαι ἡμῶν καί δώρησαι, ὑετούς καρποφόρους διψώσῃ τῇ γῇ.


Θεοτοκίον
Ἱκετεύειν μή παύση δεόμεθα, τόν Υἱόν σου πάναγνε Θεογεννήτρια, ὑπέρ ἡμῶν τῶν δούλων σου, εἰρηνεύσαι καί σῶσαι ἐκ πάσης ὀργῆς.


Ὠδή ζ’. Εἰκόνος χρυσῆς
Ψυχῶν ἀγαθέ, κυριεύοντα πασῶν σε ἐπιστάμενοι, εκδυσωποῦμεν φεῖσαι σύγγνωθι, ὡς ἀγαθός καί φιλάνθρωπος, καί τῆς ἐνεστώσης, δικαίας ἀπειλῆς ἡμᾶς λύτρωσαι, καί δώρησαι ὡς ἀγαθός, ὄμβρους διψώσῃ τῇ γῇ.
Ὡς πρίν Μανασσῆν, ἐκ τοῦ ζώου τοῦ χαλκοῦ μετανοήσαντα, Σῶτερ ἐῤῥύσω καί διέσωσας, θανατηφόρου συμπτώματος, εὔσπλαγχνε οἰκτίρμων παράσχου, καί ἡμῖν τά ἐλέη σου, καί διαφύλαξον ἡμᾶς, ἀπό λιμοῦ καί σεισμοῦ.
Σπλαγχνίσθητι νῦν, ἐφ᾿ ἡμᾶς ὡς ἀγαθός καί ἐλεήμων, καί γάρ ἡμάρτομεν ἠνομήσαμεν, καί ἠδικήσαμεν ἅπαντες, ὅθεν δυσωποῦμέν σε φόβῳ, μή τῇ ὀργῇ σου φιλάνθρωπε, παιδεύσεις κλῆρον καί λαόν, ἀλλ᾿ ὕδωρ πέμπψον τῇ γῇ.


Θεοτοκίον
Σέ πάντες βροτοί, καταφύγιον στεῤῥὀν καί ὅπλον ἄμαχον, Θεογεννῆτορ ἐπιστάμεθα, καί δυσωποῦμεν οἱ δοῦλοι σου, ῥῦσαι ἀπειλῆς τῶν βαρβάρων, τόν λαόν καί τήν πόλιν  σου, ἀπό λιμοῦ τε καί λοιμοῦ, σεισμοῦ καί πάσης φθορᾶς.


Ὠδή η’. Τόν ἐν καμίνῳ τοῦ πυρός
Ἠλίας λόγῳ ὑετόν, ἀναστέλλει ἐπί γῆς καί πάλιν λόγῳ, οὐρανόθεν κατάγει διό αἰτοῦμεν Αὐτοῦ, πρεσβείαις, Οἰκτίρμων κατάπεμψον, ὑετούς ὑδάτων τῇ γῇ σου οὐρανόθεν.
Σύν Ἀσωμάτων τοῖς χοροῖς, Ἀποστόλων Προφητῶν καί τῶν Μαρτύρων, Ἱερέων ὁ δῆμος καί τῶν Ὁσίων πληθύς, ὡς Κτίστην, τῶν ὅλων καί Κύριον, σέ καθικετεύει σῶσαι τούς σέ ὑμνοῦντας.
Ὡς Ἰωνᾶν ἐκ τοῦ θηρός, καί θαλάσσης ὡς Θεός ἀπελυτρώσω, Δανιήλ ἐκ τοῦ λάκκου καί τῶν θηρῶν ἀγαθέ, ὡσαύτως, εἰσάκουσον δούλων σου, καί ῥύσαι ἐκ πάσης ἀνάγκης τόν λαόν σου.


Θεοτοκίον
Τήν σέ τεκοῦσαν Ἰησοῦ, Θεοτόκον εἰς πρεσβείαν νῦν κινοῦμεν, οἰκτειρῆσαι καί σῶσαι, ἡμαρτηκότα Λαόν, καί πάλιν, ποθῳ σοι προσφεύγοντα, καί ὑπερυψοῦντα εἰς πάντας τούς αἰῶνας.


Ὠδή θ΄. Τόν ἐκ Θεοῦ Θεόν Λόγον
Τῇ γῇ διψώσῃ Οἰκτίρμων, καί ἡμῶν ἐξαιτοῦντων, τήν σήν φιλανθρωπίαν ἀγαθέ, ἵλεως Δέσποτα φάνηθι, ὡς Θεός παντοκράτωρ καί δώρησαι ἡμῖν ὡς ἀγαθός, ὑετούς καρποφόρους, καί σῶσον τάς ψυχάς ἡμῶν.
Ἐλέησον Ἐλεῆμον, τῶν χειρῶν σου τό ἔργον, συγχώρησον ἡμῖν ὡς ἀγαθός, μῇ τῷ θυμῷ σου ἐλέγξῃς λαόν, ἀλλά κλῖνον τό οὖς σου καί πρόσχες τῇ δεῇσει νῦν ἡμῶν, καί παράσχου τῇ γῇ σου, ὄμβρους ὑδάτων Κύριε.
Ῥῦσαι ἐθνῶν καί βαρβάρων, καί παντός πολεμίου, τήν πόλιν σου καί πάντα τόν λαόν, καί ὑετούς ἡμῖν δώρησαι,καρποφόρους Οἰκτίρμων εἰς εὐθηνίαν πάντων τῶν καρπῶν, καί σωτηρίαν πᾶσι, κατάπεμψον φιλάνθρωπε.


Θεοτοκίον
Νενοσηκότας ὁρῶσα, καί ψυχήν καί τό σῶμα, καί βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνία σου Δέσποτα, θεραπεύσασα λῦσον τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.

 

Δημοσίευση σχολίου

0 Σχόλια