ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ

ΕΝ ΤΩ ΟΙΚΩ

ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον, δέσποτα.

ΙΕΡΕΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

ΔΙΑΚΟΝΟΣ

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ

Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

ΧΟΡΟΣ

Παράσχου Κύριε.

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ� αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

ΙΕΡΕΥΣ

Δι εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ: Ἀμήν.

ΕΝ ΤΩ ΝΑΩ

ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον, δέσποτα.

ΙΕΡΕΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἀπὸ Ψαλμὸν 118 Ἦχος πλ. β'

Ἄμωμοι ἐν ὁδῷ, ἀλληλούϊᾳ.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.

Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῶ. Ἀλληλούϊα.

Ἐνύσταξεν ἡ ψυχη μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.

Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.

Ἀθυμία κατέσχε μὲ ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.

Μετοχος ἐγὼ εἰμὶ πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ἀλληλούϊα.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νὺν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μεγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἐτι δεόμεθα ὑπερ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (....), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτὴ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεός, τάξη τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (.....), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῶ ἀνάρχω σου Πατρί, καὶ τῶ παναγίω, καὶ ἀγαθῶ καὶ ζωοποιῶ σου Πνεύματι, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἦχος πλ. α'

Αἱ χεῖρες σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ἐλέησόν με, Κύριε.

Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με, Κύριε.

Σὸς εἰμι ἐγώ, σώσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.

Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. Ἐλέησόν με, Κύριε.

Καιρὸς τοῦ ποιῆσαι τῶ Κυρίω, διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐλέησόν με, Κύριε, Κύριε.

Ἐὰν ὦσι πλείονες Ἱερεῖς , εἰς τὸ τέλος ἑκάστης στάσις ὁ Διάκονος (Ἱερεύς) ἐκφωνεῖ Τοῦ Κυρίου δεηθῶμεν. Οἱ δὲ Ἱερεῖς κατὰ τὴν τῶν πρεσβείων σειράν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων. Ὅτι σὺ εἶ ἡ ἀνάστασις... Ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων. 

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις...

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Ἦχος πλ. δ'

Καὶ ἐλέησόν με. Ἀλληλούϊα.

Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.

Νεώτερος ἐγὼ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμα σου ζήσόν με. Ἀλληλούϊα.

Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.

Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοί.

Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δούλόν (τὴν δούλήν) σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὔρω καγῶ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σώσόν με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τὸν δούλόν (τὴν δούλήν) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δούλόν (τὴν κεκοιμημένην δούλήν) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοὶ λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Καὶ νὺν...

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἦς γένος τῶν ἀνθρώπων εὔρατο τὴν σωτηρίαν, διὰ σοῦ εὔροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός. (3)

Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ἦχος α'

Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιὰς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα. μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῶ γλυκασμῶ τῆς σῆς ὡραιότητος, ὅν (ἥν) ἔξελέξω ἀνάπαυσον ὡς φιλανθρωπος.

Ἦχος β'

Οἴμοι, οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεὼν αὐτήν! Πρὸς τούς, Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χείρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῶ μεταστάντι (τῇ μεταστάση) τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ'

Πάντα ματαιότης τὰ ἀνθρώπι νά, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα ἐπελθῶν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διό, Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ βοήσωμεν. Τὸν μεταστάντα (τὴν μεταστάσαν) ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Ἦχος δ'

Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ των προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν ἱκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῶ ἀθανάτω Βασιλεῖ: Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον τὸν μεταστάντα (τὴν μεταστάσαν) ἐξ ἡμῶν, ἀναπαύων αὐτόν (αὐτήν) ἐν τῇ ἀγήρω μακαριότητι.

Ἦχος πλ. α'

Ἐμνήσθην τοῦ Προφήτου βοῶντος: Ἐγὼ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστὰ τὰ γεγυμνωμένα καὶ εἶπον: Ἄρα τὶς ἐστι, βασιλεύς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τὸν δούλόν (τὴν δούλήν) σου ὡς φιλάνθρωπος.

Ἦχος πλ. β'

Ἀρχὴ μοὶ καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα. βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς μὲ ζῶον συμπῆξαι φύσεως, γῆθεν μου τὸ σῶμα διέπλασας, δέδωκας δὲ μοὶ ψυχήν, τὴ θεία σου καὶ ζωοποιῶ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δούλόν (τὴν δούλήν) σου, ἐν χώρα ζώντων, ἐν σκηναῖς δικαίων ἀνάπαυσον.

Ἦχος βαρὺς

Κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας κατάρχειν σου τῶν κτισμάτων, φθόνω δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονῶς, διὸ πάλιν εἰς γὴν ἑξῆς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

Ἦχος πλ. δ'

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον , καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ.εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὧ τοῦ θαύματος! Τὶ τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τὴ φθορά , καὶ συνεζεύχθημεν τῶ θανάτω; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρεχοντος τοὶς μεταστάσι τὴν ἀνάπαυσιν.

Δόξα...

Ὁ θάνατός σου, Κύριε, ἀθανασίας γέγονε πρόξενος, εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέωκτο, διὸ τὸν μεταστάντα (τὴν μεταστάσαν) ἀνάπαυσον ὡς φιλάνθρωπος.

Καὶ νὺν...

Ἁγνὴ Παρθένε τοῦ Λόγου Πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ (αὐτῆς).

Ἦχος γ'

Μακαρία ἡ ὁδός, ἢ πορεύει σήμερον, ὅτι ἡτοιμάσθη σοὶ τόπος ἀναπαύσεως. (3)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.

ΙΔΙΑΚΟΝΟΣ: Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ

Πρὸς Θεσσαλονικεὶς Α' Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

(Κέφ. 4, 13-17)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀδελφοί, Οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μῄ λυπῆσθε καθως καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεος τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπει τὰ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίω ἐσόμεθα.

ΙΕΡΕΥΣ: Εἰρήνη σοί.

ΧΟΡΟΣ: Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ: Σοφία. ὀρθοῖ. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῶ πνεύματί σου,

ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (Κέφ. 5, 24-30)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

ΙΕΡΕΥΣ

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους: Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῶ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νὺν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται. 'ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῶ Υἱῶ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστι. Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα, ἐν ἢ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαύλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

ΔΙΑΚΟΝΟΣ

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (.....) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτὴ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξη τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ� αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

ΙΕΡΕΥΣ

Δι εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ: Ἀμήν.

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

Δεῦτε τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοὶ τῶ θανόντι (τὴ θανούση), εὐχαριστοῦντες Θεῷ, οὗτος (αὕτη) γὰρ ἐξέλιπε τῆς συγγενείας αὐτοῦ (αὐτῆς), καὶ πρὸς τάφον ἐπεὶ γεται, οὐκ ἔτι φροντίζων (φροντίζουσα), τὰ τῆς ματαιότητος καὶ πολυμόχθου σαρκός. Ποὺ νὺν συγγενεῖς τε καὶ φίλοι; Ἄρτι χωριζόμεθα ὄνπερ (ἦνπερ), ἀναπαῦσαι Κύριος εὐξώμεθα.

Ποῖος χωρισμός, ὧ ἀδελφοί, ποῖος κοπετός, ποῖος θρῆνος, ἐν τῇ παρούση ῥοπή ! Δεῦτε οὖν ἀσπάσασθε τόν (τήν) πρὸ μικροῦ μεθ' ἡμῶν, παραδίδοται τάφω γάρ, καλύπτεται λίθω, σκότει κατοικίζεται, νεκροῖς συνθάπτεται. πάντες συγγενεῖς τε καὶ φίλοι, ἄρτι χωριζόμεθα ὄνπερ (ἦνπερ), ἀναπαῦσαι Κύριος εὐξόμεθα.

Θεοτοκίον

Σῶζε τοὺς ἐλπίζοντας εἰς σέ, Μήτηρ τοῦ ἀδύτου Ἠλίου, Θεογεννήτρια, αἴτησαι πρεσβείαις σου τὸν Ὑπεράγαθον, ἀναπαῦσαι δεόμεθα, τὸν νὺν μεταστάντα (τὴν νύν μεταστάσαν), ἔνθα ἀναπαύονται αἱ τῶν δικαίων ψυχαί, θείων ἀγαθῶν κληρονόμον, δεῖξον ἐν αὐλαῖς τῶν δικαίων εἰς μνημόσυνον, Πανάμωμε, αἰώνιον.

ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Ὁ Ἱερεύς ἀναγινώσκει τὸ Νεκρώσιμον Τρισάγιον ὡς ἐν τῷ οἴκω. Πρίν τὸ Δι� εὐχῶν ὁ Ἱερεύς ῥαντίζει τὸν νεκρὸν μέ ἐλαίον λέγων:

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Εἴτα ἄρας χοῦν διά τοῦ πτύου, ῥίπτει αὐτὸν σταυροειδῶς ἐπί τοῦ νεκροῦ λέγων:

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικούντες ἐν αὐτῇ. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.

 http://www.christopherklitou.com

Δημοσίευση σχολίου

0 Σχόλια