Τοῦ Δαυΐδ.
Ψαλ. 25,1 Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.
Ψαλ. 25,1 Κρίνόν με, Κυριε, ότι εγώ εν ακακία μου επορεύθην και επί τω Κυρίω ελπίζων ου μη ασθενήσω.
Ψαλ. 25,2 δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
Ψαλ. 25,2 Δοκιμασον με, Κυριε, και πείρασόν με, πύρωσον τους νεφρούς μου και την καρδίαν μου.
Ψαλ. 25,3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
Ψαλ. 25,3 Οτι το έλεός σου κατέναντι των οφθαλμών μου εστι, και ευηρέστησα εν τη αληθεία σου.
Ψαλ. 25,4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
Ψαλ. 25,4 Ουκ εκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω·
Ψαλ. 25,5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
Ψαλ. 25,5 εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω.
Ψαλ. 25,6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε,
Ψαλ. 25,6 Νιψομαι εν αθώοις τας χείράς μου και κυκλώσω το θυσιαστήριόν σου, Κυριε,
Ψαλ. 25,7 τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
Ψαλ. 25,7 του ακούσαί με φωνής αινέσεως κοι διηγήσασθαι πάντα τα θαυμάσιά σου.
Ψαλ. 25,8 Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.
Ψαλ. 25,8 Κυριε, ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου.
Ψαλ. 25,9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
Ψαλ. 25,9 Μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου,
Ψαλ. 25,10 ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
Ψαλ. 25,10 ων εν χερσίν ανομίαι, η δεξιά αυτών επλήσθη δώρων.
Ψαλ. 25,11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με.
Ψαλ. 25,11 Εγώ δε εν ακακία μου επορεύθην· λύτρωσαί με και ελέησόν με.
Ψαλ. 25,12 ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.
Ψαλ. 25,12 Ο πούς μου έστη εν ευθύτητι· εν εκκλησίαις ευλογήσω σε, Κυριε.