ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ
Ποίημα
Κυρίλλου Μητροπολίτου Ρόδου.
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ω῾ς δεομένων ταχινὸς ἀντιλήπτωρ, καὶ ἀσθενούντων θαυμαστὸς παρακλήτωρ, Φανούριε μεγάλαθλε, Μαρτύρων καλλονή, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ σου οἴκῳ, ἀπὸ πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, ὑπὲρ αὐτῶν πρεσβεύων τῷ Θεῷ, τῷ ἐν ὑψίστοις τρανῶς σε δοξάσαντι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς». Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ἁγίαις πρὸς τὸν Θεόν, Φανούριε Μάρτυς, τὴν εἰρήνην αἴτει ἡμῖν, τοῖς ἐν τῷ Ναῷ σου προσφοιτῶσι, καὶ εὐφημοῦσι τὴν θείαν σου ἄθλησιν.
Υ'μνοῦμέν σε πάντες χαρμονικῶς, ὅτι τοῦ δυνάστου, ἐταπείνωσας τὴν ὀφρύν, οὗ ῥῦσαι ἡμᾶς τῆς κακουργίας, τῶν πρεσβειῶν σου δυνάμει Φανούριε.
Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων ἐν ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, πάντων τὰς καρδίας καταυγάζων, τῶν ἀνυμνούντων σε Μάρτυς Φανούριε.
Θεοτοκίον.
Α᾿φράστως τεκοῦσα τὸν τῷ Πατρί, συνάναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν ψυχοκτόνων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.
Ὠιδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ι᾿σχυρὸς ἐν βασάνοις, ἀναδειχθεὶς ἔνδοξε, τῆς εἰδωλικῆς ἀθεῒας, τὴν πλάνην ᾔσχυνας· ὅθεν ἐνίσχυσον, τοὺς εὐλαβεῖς ὑμνητάς σου, πρὸς τὴν εὐαρέστησιν, Θεοῦ Φανούριε.
Στηλιτεύσας τὴν πλάνην, ὡς ἀθλητὴς ἄριστος, τῆς θεοσεβείας τῷ κόσμῳ, τὸ φῶς ἀπήστραψας. Ὅθεν Φανούριε, τῆς εὐσεβείας τὰ ἔργα, καὶ ἡμᾶς συνέτισον, ἀεὶ ἐργάζεσθαι.
Στρατιώτης γενναῖος, τοῦ Λυτρωτοῦ γέγονας, πίστεως τὰ ῥήματα φέρων, θείαν ὡς μάχαιραν, μάκαρ Φανούριε, Μεγαλομάρτυς Κυρίου· ὅθεν τῇ πρεσβείᾳ σου, ἡμῖν συμμάχησον.
Θεοτοκίον.
Ο῾ ἐκ σοῦ ἀποῤῥήτως, σωματωθεὶς Κύριος, τῶν Χριστιανῶν σε Μητέρα, θέσει ἀνέδειξεν· ὅθεν ἀξίωσον, τῆς μητρικῆς σου προνοίας, καὶ στοργῆς Θεόνυμφε, τοὺς ἀνυμνοῦντάς σε.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ, τῇ εὐδοκίᾳ ἔλαμψας, ἐκ Ῥόδου παντί, τῷ κόσμῳ ὥσπερ ἥλιος, καταυγάζων ἅπαντας, ἀγλαῒαις θαυμάτων Φανούριε· διὸ ἐν σοὶ καυχώμεθα πιστῶς, αἰτούμενοι πρέσβυν σε πρὸς Κύριον.
Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.
Υ῾μνῳδίαις Φανούριε, ὡς Μεγαλομάρτυρα εὐφημοῦμέν σε, ἐξαιτούμενοι τὴν χάριν σου, ἐν ταῖς ἐπωδύνοις περιστάσεσι.
Χάριν αἴτει οὐράνιον, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, δι᾿ οὗ ᾔσχυνας Φανούριε, εἰδωλομανούντων τὴν αὐθάδειαν.
Α᾿πὸ πάσης διάσωσον, θλίψεως Φανούριε τὴν Ῥοδόνησον, ἐξ ἧς ἔλαμψας ὡς ἥλιος, τῇ ἀποκαλύψει τῆς Εἰκόνος σου.
Θεοτοκίον.
Ρ῾ῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.
Ὠιδὴ ε΄. Φώτισον ἡμᾶς.
Ι῞λεων ἡμῖν, τὸν Φιλάνθρωπον ἀπέργασαι· καὶ γὰρ ἔχεις παῤῥησίαν πρὸς αὐτόν, ὡς ἀθλήσας μέχρις αἵματος Φανούριε.
Νόσων χαλεπῶν, συμπαθῶς ἡμᾶς ἀπάλλαξον, προμηθείας σου φαρμάκῳ δραστικῷ, ὡς φιλάνθρωπος Φανούριε μεγάλαθλε.
Δόσεις ἀγαθάς, δωρεῶν Θεοῦ τῆς χάριτος, μὴ ἐλλίπῃς ἐξαιτούμενος ἀεί, τῶν Ῥοδίων τῷ λαῷ Μάρτυς Φανούριε. Θεοτοκίον.
Ι῎ασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.
Ὠιδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Διάσωσον πειρασμῶν Φανούριε, νοσημάτων καὶ πικρῶν ἀλγηδόνων, τοὺς καταφεύγοντας πίστει βεβαίᾳ, τῷ παναγίῳ Ναῷ σου ἑκάστοτε, ἐν ᾧ ἐκλάμπει τηλαυγῶς, ἡ δοθεῖσά σοι χάρις ὡς ἥλιος.
Ο῾ ἔνδοξος ἀθλητὰ Φανούριε, τοῦ Κυρίου καὶ Θεοῦ στρατιώτης, ὁ δυσμενῶν παρατάξεις νικήσας, καὶ δοξασθεὶς τῶν θαυμάτων δυνάμεσι, δεῦρο φαινόμενος ἡμῖν, συμπαθὴς εὐμενὴς καὶ παρήγορος.
Υ῾πέρφωτος ὡς φωστὴρ ἀνέτειλας, ἐκ τῆς Ῥόδου τῇ Χριστοῦ Ἐκκλησίᾳ, μαρμαρυγαῖς καταυγάζων θαυμάτων, τοὺς προσιόντας σοι ὅλης ἐκ πίστεως, καὶ εὐφημοῦντάς σου λαμπρῶς, μαρτυρίου τὰ εἴδη Φανούριε.
Θεοτοκίον.
Καταύγασον τὴν ψυχήν μου Δέσποινα, σκοτισθεῖσαν ταῖς πολλαῖς ἁμαρτίαις· σὺ γὰρ ἀσπόρως συνέλαβες Κόρη, καὶ ἀπεκύησας μείνασα ἄφθορος, Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν φωτὸς ἀϊδίου ἀπαύγασμα.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ω῾ς Ἀθλοφόρος Χριστοῦ ἀκαθαίρετος, Μεγαλομάρτυς Φανούριε ἔνδοξε, αὐτὸν ἐκτενῶς καθικέτευε, παραπτωμάτων τὴν λύσιν δωρήσασθαι, τοῖς πόθῳ καρδίας τιμῶσί σε.
Προκείμενον. Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φανούριε ἔνδοξε, Μεγαλομάρτυς Κυρίου, τῇ θερμῇ πρεσβείᾳ σου, πάντες καταφεύγομεν, ἐκβοῶντές σοι· Πρόφθασον Ἅγιε, συμπαθῶς ἐκ πάσης, περιστάσεως λυτρούμενος, παντοίων θλίψεων, νόσων συμφορῶν καὶ κακώσεων, παθῶν ἐπαναστάσεως, καὶ ἀσθενειῶν τοὺς ἱκέτας σου, ὅτι παῤῥησίας, ἐπλούτησας τὴν χάριν πρὸς Θεόν, μαρτυρικῶς τὸν ἀρχέκακον, καταγωνισάμενος.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Ὠιδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Υ῾περεύχου ἀπαύστως, τῶν τιμώντων σε ὕμνοις, ἐν κατανύξει ψυχῆς· σὺ γὰρ ὡς τὸν Σωτῆρα, Χριστὸν ὁμολογήσας, καὶ ἀθλήσας ὡς ἄσαρκος, ἔχεις πολλὴν παρ᾿ αὐτῷ, τὴν παῤῥησίαν Μάρτυς.
Ρ῾ωμαλέος ἐπέστης, ἐν σταδίῳ κηρύττων, τὸν Βασιλέα Χριστόν, καὶ θάνατον ἐδέξω, ἵνα ζωὴν κερδήσῃς, τὴν ἀγήρω Φανούριε, ἣν καὶ ἐξαίτει ἡμῖν, τοῖ μακαρίζουσί σε.
Ι῾ερεῖς φιλοθέους, ὡς διέσωσας Μάρτυς, αἰχμαλωσίας πικρᾶς, οὕτω αἰχμαλωσίας, σαρκὸς παθῶν ἀτίμων, ἡμᾶς δεῦρο λυτρούμενος· σὲ γὰρ καλοῦμεν θερμόν, Φανούριε προστάτην.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτου
ς Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.
Ὠιδὴ η΄. Τὸν Βασιλέα.
Λάμψον τὸ φῶς μοι, τῆς ἐν Χριστῷ σωτηρίας, τῇ φαιδρότητι τῶν θείων πρεσβειῶν σου, Φανούριε Μάρτυς, Μαρτύρων ἡ ἀκρότης.
Ω῾ς παῤῥησίαν, πρὸς τὸν Θεὸν κεκτημένος, τὸν τοῖς ἄθλοις σου μεγάλως δοξασθέντα, Φανούριε αἴτει, ἡμῖν τὴν θείαν χάριν.
Μαρτύρων θείων, ὡς εὐκλεὴς συμπολίτης, ἡμᾶς ἔργασαι Φανούριε εὐχαῖς σου, πολίτας ἀξίους, τῆς ἄνω βασιλείας.
Θεοτοκίον.
Α῾γίων μείζων, τῷ τοκετῷ σου δειχθεῖσα, καθαγίασον ἡμῶν τὰς διανοίας, τῶν μακαριζόντων, πιστῶς σε Θεοτόκε.
Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.
Ρ῾οαῖς τῆς χάριτός σου, ταῖς μυροσταγέσι, Μεγαλομάρτυς Φανούριε ἔνδοξε, πλήρωσον πάντων καρδίας, τῶν εὐφημούντων σε.
Τυράννου τοῦ δολίου, ῥῦσαι τῆς μανίας, τοὺς καταφεύγοντας Μάρτυς Φανούριε, τῇ ἀηττήτῳ δυνάμει, τῆς προστασίας σου.
Υ῾μνοῦμέν σε ἀπαύστως, οἱ κατατρυφῶντες, τῶν δωρεῶν σου Φανούριε κράτιστε, ὡς τοῦ Χριστοῦ στρατιώτην, ἀκαταμάχητον.
Θεοτοκίον.
Σαρκός μου τὰς ὀδύνας, ἴασαι τελείως, καὶ τῆς ψυχῆς μου τὰ ἄλγη θεράπευσον, Θεοκυῆτορ ἐν πλούτῳ, τῆς εὐσπλαγχνίας σου.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, θεοδώρητος χαρμονή· χαίροις Ῥοδονήσου, ὁ μέγιστος προστάτης, τῆς ὑπερκαυχωμένη, ἐν σοὶ Φανούριε.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, Φανούριον πάντες, εὐφημήσωμεν οἱ πιστοί, ὅτι προμηθείᾳ, τοῦ κρείττονος ἐδόθη, ἡμῖν ἐν τοῖς κινδύνοις, ῥύστης καὶ πρόμαχος.
Μέγας ἐν τοῖς ἄθλοις ἀναδειχθείς, χάριτος μεγίστης, ἠξιώθης ἐν οὐρανοῖς, ἧς τὰς διαδόσεις, Φανούριε πολύτλα, πρυτάνευε πλουσίως, τοῖς εὐφημοῦσί σε.
Ρ῾όδος ἡ περίφημος ἐπὶ σοί, Φανούριε χαίρει, καὶ τιμᾷ σε χαρμονικῶς, ὅτι τὸν Ναόν σου, κατέχει ἰατρεῖον, καὶ σὲ ἐν προστασίαις, Μάρτυς ταχύτατον.
Δεῦρο φανερούμενος συμπαθῶς, μέγας ἀντιλήπτωρ, τοῖς προσπίπτουσι εὐλαβῶς, Φανούριε Μάρτυς, τῇ θείᾳ σου Εἰκόνι, καὶ μέλποντας τὰ ἄθλα, τοῦ μαρτυρίου σου.
Φύλαττε τὴν Ῥόδον ἐκ πειρασμῶν, ἐξ ἧς καὶ ἐγνώσθης, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀποκαλύψει, τῆς θείας σου Εἰκόνος, Φανούριε Μαρτύρων, τὸ ἐγκαλλώπισμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τῇ Εἰκόνι ἀδελφοί, τοῦ θαυματουργοῦ Ἀθλοφόρου, ἐν κατανύξει ψυχῆς, ἅ παντες προσπέσωμεν, καὶ ἐκβοήσωμεν· Θεομάκαρ Φανούριε, Μαρτύρων τὸ κλέος, τῶν Ῥοδίων καύχημα, καὶ ἀγαλλίαμα, δίδου τοῖς προστρέχουσι πόθῳ, τῷ χαριτοβρύτῳ ναῷ σου, τὰ τῆς προστασίας σου γνωρίσματα.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δι᾿ εὐχῶν τῶν ἁγίων...
Δίστιχον. Τῷ Ἐπισκόπῳ τῆς νήσου σου Κυρίλλῳ, Δεῦρο συνεργῶν Φανούριε εὐχαῖς σου.
0 Σχόλια