Βραδυνή Προσευχή (Με μετάφραση)


Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Τὸ Σύμβολο τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον
Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Βραδυνή Προσευχή Μετάφραση

Στ᾿ ὄνομα τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Τὸ Σύμβολο τῆς Πίστεως
Πιστεύω σ᾿ ἕνα Θεό, Πατέρα παντοκράτορα, δημιουργό τοῦ οὐρανοῦ καί τῆς γῆς καί ὅλων ὅσα φαίνονται καί δέ φαίνονται.
Πιστεύω καί στόν Κύριο Ἰησοῦ Χριστό, τό μοναχοπαίδι τοῦ Θεοῦ, πού ἀπό τόν Πατέρα προαιώνια γεννήθηκε· στό φῶς πού γεννήθηκε ἀπό τό φῶς, στόν ἀληθινό Θεό πού προέρχεται ἀπό τόν ἀληθινό Θεό, πού γεννήθηκε καί δέν πλάστηκε, πού εἶναι τῆς ἴδιας οὐσίας μέ τόν Πατέρα, καί διαμέσου τοῦ ὁποίου δημιουργήθηκαν ὅλα.
Αὐτός γιά μᾶς τούς ἀνθρώπους καί γιά τή σωτηρία μας κατέβηκε ἀπό τούς οὐρανούς καί πῆρε σάρκα ἀπό τήν Παρθένο Μαρία μέ τήν ἐνέργεια τοῦ Ἁγίου Πνεύματος κι ἔγινε ἄνθρωπος.
Καί σταυρώθηκε καί βασανίστηκε καί τάφηκε γιά μᾶς στήν ἐποχή τοῦ Ποντίου Πιλάτου.
Καί ἀναστήθηκε σύμφωνα μέ τή Γραφή μετά ἀπό τρεῖς μέρες.
Καί ἀνέβηκε στούς οὐρανούς καί κάθισε στά δεξιά τοῦ Πατέρα.
Καί πάλι θά ῾ρθει μέ δόξα γιά νά δικάσει καί τούς ζωντανούς καί τούς νεκρούς καί ἡ ἐξουσία του δέ θά ῾χει τέλος.
Πιστεύω καί στό Ἅγιο Πνεῦμα, πού ἔχει κυριότητα, δίνει ζωή, πού στέλνεται ἀπό τόν Πατέρα, πού προσκυνεῖται καί τιμᾶται ἰσότιμα μέ τόν Πατέρα καί τόν Υἰό, πού καθοδήγησε τούς Προφῆτες.
Πιστεύω καί στήν Ἐκκλησία, πού εἶναι μία, ἁγία, καθολική καί ἀποστολική.
Παραδέχομαι ἕνα Βάπτισμα μέ τό ὁποῖο συγχωροῦνται οἱ ἁμαρτίες.
Περιμένω τήν ἀνάσταση τῶν νεκρῶν.
Καί τήν αἰώνια ζωή. Ἀμήν.
Εὐχή στό φύλακα Ἄγγελο Μετάφραση

Ἅγιε Ἄγγελε, ὁ προστάτης τῆς κακῆς ψυχῆς μου καί ταλαίπωρης ζωῆς μου, μή μ᾿ ἐγκαταλείψεις τόν ἁμαρτωλό, οὔτε νά φύγεις ἀπό κοντά μου, ἐπειδή εἶμαι ἀσυγκράτητος μήν ἐπιτρέψεις στό διάβολο νά μέ κυριεύσει μέ τή τυραννία τοῦ σώματος, πού εἶναι θνητό. Κράτησε τό κακό κι ἐξαντλημένο χέρι μου καί ὁδήγησέ με στό δρόμο τῆς σωτηρίας. Πραγματικά, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, πού εἶσαι φύλακας καί σκεπαστής τῆς ἁμαρτωλῆς μου ψυχῆς καὶ τοῦ σώματος, ὅλα νά τά συγχωρέσεις ὅσα ἔκανα μέχρι σήμερα καί μέ τά ὁποῖα σ᾿ ἐπίκρανα. Νά μέ προστατεύσεις κι αὐτή τή νύχτα ἀπό κάθε κακή διάθεση τοῦ ἀντιπάλου, γιά νά μή λυπήσω τό Θεό μέ κάποιο σφάλμα. Καί νά μεσιτεύεις γιά μένα στόν Κύριο γιά νά μέ στηρίξει στό σεβασμό ἀπέναντί Του καί νά μέ κάνει ἄξιο ὑπήκοο τῆς καλοσύνης Του. Ἀμήν.
Μέ τίς εὐχές τῶν ἁγίων Πατέρων μας, Κύριε Ἰησοῦ Χριστέ, πού εἶσαι Θεός μας, ἐλέησέ μας. Ἀμήν.

Δημοσίευση σχολίου

0 Σχόλια